- Πιστεύομεν εἰς ἕνα Θεόν, Πατέρα, Παντοκράτορα,
- ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων.
- Καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν,
- τὸν Υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ,
- τὸν ἐκ τοῦ Πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων·
- φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ,
- γεννηθέντα οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί,
- δι' οὗ τὰ πάντα ἐγένετο.
- Τoν δι' ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν
- κατελθόντα ἐκ τῶν οὐρανῶν
- καὶ σαρκωθέντα
- ἐκ Πνεύματος Ἁγίου καὶ Μαρίας τῆς Παρθένου
- καὶ ἐνανθρωπήσαντα.
- Σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου,
- καὶ παθόντα καὶ ταφέντα.
- Καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρα κατὰ τὰς Γραφάς.
- Καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς
- καὶ καθεζόμενον ἐκ δεξιῶν τοῦ Πατρός.
- Καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκρούς,
- οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος.
- Καὶ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον, τὸ κύριον, τὸ ζωοποιόν,
- τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον,
- τὸ σὺν Πατρὶ καὶ Υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον,
- τὸ λαλῆσαν διὰ τῶν προφητῶν.
- Εἰς μίαν, Ἁγίαν, Καθολικὴν καὶ Ἀποστολικὴν Ἐκκλησίαν.
- Ὁμολογῶ ἓν βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν.
- Προσδοκῶ ἀνάστασιν νεκρῶν. Καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος.
- Ἀμήν.
|